mercoledì 28 dicembre 2016

I due nemici (da Esopo) [struttura]

Δύο τινὲς
ἀλλήλοις ἐχθραίνοντες
ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον,
ὧν ἕτερος μὲν ἐπὶ τῆς πρύμνης,
ἕτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο.

Χειμῶνος δὲ ἐπιγιγνομένου
καὶ τῆς νεὼς μελλούσης ἤδη
καταποντίζεσθαι,
ὁ ἐπὶ τῆς πρύμνης τὸν κυβερνήτην ἤρετο
πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει
καταβαπτίζεσθαι.

Τοῦ δὲ λέγοντος τὴν πρώραν,
ὁ μὲν ἀπεκρίνετο·

«Ἀλλ’ἔμοιγε οὐκ ἔστι λυπηρὸς ὁ θάνατος,
ὅτε ὁρᾶν μέλλω
πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα».

Ὁ μῦθος δηλοῖ
ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάβης φροντίζουσιν,
ὁρῶντες
τοὺς ἐχθροὺς πρὸ αὐτῶν κακουμένους.



Nessun commento:

Posta un commento