mercoledì 28 dicembre 2016

Il tordo (da Esopo) [struttura]

Ἔν τινι μυρρινῶνι κίχλη διέτριβε
καὶ ἐνέμετο·

διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀπήρχετο.

Ἰξευτής τις δέ,
παρατηρούμενος
αὐτὴν ἐμφιλοχωροῦσαν,
ἴξευε
καὶ συνελάμβανε.

Καὶ ἡ κίχλη δὴ
μέλλουσα
ἀναιρεῖσθαι
πρὸς ἑαυτὴν ἔλεγεν·

«Δειλαία εἰμί·

ἐγὼ γὰρ διὰ τὴν τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι».

Ὁ μῦθος δηλοῖ
ὅτι ἄνθρωποί τινες δι’ἡδυπάθειαν σφᾶς αὐτοὺς παρέχουσιν ἀνοήτους.


Nessun commento:

Posta un commento