mercoledì 28 dicembre 2016

Modestia di Agesilao (da Plutarco) [struttura]

Ἐπεὶ οἱ Θάσιοι ἐδόκουν
μεγάλα εὐεργετεῖσθαι ὑπ’Ἀγεσιλάου,
ἠξίουν
ἔργοις βεβαιοῦν τὴν πρὸς αὐτὸν χάριν.

Ψηφίζουσιν οὖν
αὐτὸν στεφανοῦν μὲν χρυσῷ στεφάνῳ,
τιμᾶν δὲ καὶ ναοῖς καὶ ἀνδριάσιν,
ὅπως καὶ ἄλλοι οἱ Ἕλληνες,
ὁρῶντες
οἵων τιμῶν Ἀγεσίλαος παρὰ αὐτῶν ἀξιοῖτο,
ζηλοῖεν αὐτοὺς
καὶ τὴν αὐτὴν χάριν πρὸς εὐεργέτας δηλοῖεν.

Ταῦτα οὖν τῶν Θασίων Ἀγεσιλάῳ ἀγγελλόντων,
ὁ δὲ αὐτοῖς ἀποκρίνεται·

«Εἰ τῶν ἐμῶν ἔργων τι μνήμης τινὸς ἄξιόν ἐστιν,
αὐτὸ τοῦτο, ὦ φίλοι, μνημεῖον ἔσται μου,
εἰ δὲ μή,
οὐδὲ πάντες οἱ ἀνδριάντες».


Nessun commento:

Posta un commento