mercoledì 28 dicembre 2016

Il gatto e i topi (da Esopo) [struttura]

Ἔν τινι οἰκίᾳ πολλοὶ μῦες ἦσαν.

Αἴλουρος δὲ
τοῦτο γιγνώσκων
ἧκεν ἐνταῦθα,
καὶ
συλλαμβάνων ἕνα ἕκαστον
κατήσθιεν.

Οἱ δὲ μῦες,
συνεχῶς ἀναλισκόμενοι,
κατὰ τῶν ὀπῶν ἔδυνον
καὶ ὁ αἴλουρος,
μηκέτι δυνάμενος
αὐτῶν ἐφικνεῖσθαι,
κατανοεῖ
δεῖν
δι’ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι.

Διόπερ
ἀναβαίνων ἐπί τινα πάσσαλον
καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμαννύς,
προσεποιεῖτο τὸν νεκρόν.

Τῶν δὲ μυῶν τις
παρακύπτων,
ὡς θεᾶται αὐτόν,
λέγει·

«Ὦ οὗτος, ἀληθῶς σὺ θύλακος δοκεῖς
ἀλλ’ὅμως σοὶ οὐ προσερχόμεθα».

Ὁ λόγος δηλοῖ
ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων,
ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν,
οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.



Nessun commento:

Posta un commento