giovedì 31 luglio 2014

Ciro e la sua passione per la caccia (struttura)


Ὡς δὲ Κῦρος εἶδεν ἔλαφον
ἐκπηδήσασαν,
πάντων ἐπιλαθόμενος
ὧν ἤκουσεν,
ἐδίωκεν
οὐδὲν ἄλλο ὁρῶν
ἢ ὅπῃ ἔφευγε.

Καί πως διαπηδῶν αὐτῷ
ὁ ἵππος πίπτει εἰς γόνατα,
καὶ μικροῦ κἀκεῖνον ἐξετραχήλισεν.

Οὐ μὴν ἀλλ’ἐπέμεινεν ὁ Κῦρος
καὶ ὁ ἵππος ἐξανέστη.

Ὡς δ’εἰς τὸ πεδίον ἦλθεν,
ἀκοντίσας
καταβάλλει τὴν ἔλαφον, καλόν τι χρῆμα καὶ μέγα.

Καὶ ὁ μὲν δὴ ὑπερέχαιρεν·

οἱ δὲ φύλακες
προσελάσαντες
ἐλοιδόρουν αὐτὸν
καὶ ἔλεγον
εἰς οἷον κίνδυνον ἔλθοι.

Ὁ οὖν Κῦρος
καταβεβηκὼς ἀπὸ τοῦ ἵππου
εἱστήκει
καὶ
ἀκούων ταῦτα
ἠνιᾶτο.

Ὠς δ’ᾔσθετο κραυγῆς,
ἀνεπήδησεν ἐπὶ τὸν ἵππον
ὥσπερ ἐνθουσιῶν,

καὶ
ὡς εἶδεν
ἐκ τοῦ ἀντίου κάπρον προσφερόμενον,
ἀντίος ἐλαύνει

καὶ
διατεινάμενος τὸ τόξον
εὐστόχως βάλλει εἰς τὸ μέτωπον
καὶ κατέσχε τὸν κάπρον.

Nessun commento:

Posta un commento