giovedì 31 luglio 2014

L’esercito greco è attaccato da Mitridate (struttura)


Οἱ στρατιώται,
μείναντες ταύτην τὴν ἡμέραν,
ἐπορεύοντο ἅμα τῇ ἕω·

γὰρ ἔδει
χαράδραν αὐτοὺς διαβῆναι
ἐφ’ᾗ ἐφοβοῦντο
μὴ οἱ πολέμιοι ἐμβάλοιεν
αὐτοῖς διαβαίνουσιν.

Διαβεβηκόσι δὲ αὐτοῖς
πάλιν φαίνεται Μιθραδάτης
ἔχων ἱππέας χιλίους,
τοξότας δὲ καὶ σφενδονήτας εἰς τετρακισχιλίους.

Ἐπεὶ δὲ οἱ Ἕλληνες
διαβεβηκότες
ἀπεῖχον τῆς χαράδρας
ὅσον ὀκτὼ σταδίους,
διέβαινε καὶ ὁ Μιθραδάτης
ἔχων τὴν δύναμιν.

Ἐπεὶ δὲ ὁ Μιθραδάτης κατειλήφει,
καὶ ἤδη σφενδόναι καὶ τοξεύματα ἐξικνοῦντο,
ἐσήμηνε τοῖς Ἕλλησι τῇ σάλπιγγι,

καὶ εὐθὺς ἔθεον ὁμόσε ἐς τοὺς πολεμίους
καὶ οἱ ἱππεῖς ἤλαυνον·

οἱ σὺν Μιθραδάτῃ δὲ οὐκ ἐδέξαντο,
ἀλλ’ἔφευγον ἐπὶ τὴν χαράδραν.

Ἐν ταύτῃ τῇ διώξει τῶν βαρβάρων πολλοὶ μὲν ἀπέθανον,
πολλοὶ δὲ ἐν τῇ χαράδρᾳ ζωοὶ ἐλήφθησαν.

Nessun commento:

Posta un commento