martedì 8 luglio 2014

Prudenza di Pericle (struttura)


Ἐνέβαλον οὖν εἰς τὴν Ἀττικὴν στρατῷ μεγάλῳ Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων,
Ἀρχιδάμου τοῦ βασιλέως ἡγουμένου,
καὶ
δῃοῦντες τὴν χῶραν
προῆλθον εἰς Ἀχαρνὰς
καὶ κατεστρατοπέδευσαν,
ὡς τῶν Ἀθηναίων οὐκ ἀνεξομένων,
ἀλλ’ὑπ’ὀργῆς καὶ φρονήματος διαμαχουμένων πρὸς αὐτούς.

Τῷ δὲ Περικλεῖ δεινὸν ἐφαίνετο
πρὸς τοὺς ἑξακισμυρίους Πελοποννησίων καὶ Βοιωτῶν ὁπλίτας
–τοσοῦτοι γὰρ ἦσαν οἱ τὸ πρῶτον ἐμβαλόντες-
ὑπὲρ αὐτῆς τῆς πόλεως μάχην συνάψαι·

τοὺς δὲ βουλομένους μάχεσθαι
καὶ δυσπαθοῦντας
πρὸς τὰ γιγνόμενα
κατεπράϋνε·

ἔλεγε
ὡς δένδρα μὲν τμηθέντα καὶ κοπέντα φύεται ταχέως,
οὐ δὲ ῥᾴδιόν ἐστιν
αὖθις τυχεῖν ἀνδρῶν διαφθαρέντων.

Nessun commento:

Posta un commento