martedì 8 luglio 2014

Il leone, l’asino e la volpe


Λέων καὶ ὄνος καὶ ἀλώπηξ, κοινωνίαν ποιησάμενοι, ἐξῆλθον πρὸς ἄγραν. Πολλῆς οὖν θήρας συλληφθείσης, προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτοῖς. Ὁ δέ, τρεῖς μερίδας ποιησάμενος ἐκ τῶν ἴσων, προὐτρέπετο τούτους ἐκλέξασθαι. Καὶ ὁ λέων θυμωθεὶς τὸν ὄνον κατέφαγεν. Εἴτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν. Ἡ δέ, εἰς μίαν μερίδα πάντα σωρεύσασα, ἑαυτῇ βραχύ τι κατέλιπεν. Καὶ ὁ λέων πρὸς αὐτήν· «Τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν;». Ἡ δ’εἶπεν· «Ἡ τοῦ ὄνου συμφορά». Ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ γίγνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

Nessun commento:

Posta un commento