domenica 6 luglio 2014

Sgomento di Astiage alla nascita del nipote Ciro (struttura)


Τοῦ δὲ Καμβύσου γαμήσαντος τὴν Μανδάνην

ὁ Ἀστυάγης1 τῷ πρώτῳ ἔτει τοῦ γάμου εἶδε τήνδε ὄψιν.


Ἐδόκει δὲ αὐτῷ

ἐκ τῆς θυγατρὸς ταύτης φῦναι ἄμπελον,

τὴν δὲ ἄμπελον ἐπισχεῖν τὴν Ἀσίαν πᾶσαν.


Ἰδὼν δὲ τοῦτο

καὶ ὑπερθέμενος τοῖς ὀνειροπόλοις,

μετεπέμψατο ἐκ τῶν Περσῶν τὴν θυγατέρα

ἐπίτεκα οὖσαν,

καὶ ἐφύλασσε αὐτὴν

βουλόμενος διαφθεῖραι τὸ βρέφος·


ἐκ γὰρ τῆς ὄψεως οἱ τῶν Μάγων ὀνειροπόλοι ἐσήμαινον

ὅτι ὁ τῆς θυγατρὸς αὐτοῦ γόνος μέλλοι

βασιλεύσειν ἀντὶ ἐκείνου.


Ταῦτα δὴ οὖν φυλασσόμενος

ὁ Ἀστυάγης,

ὡς ἐγένετο τὸ παιδίον,

ἔπειτα Κῦρον ὀνομαζόμενον,

καλέσας Ἅρπαγον, ἄνδρα οἰκεῖον καὶ πιστότατον Μήδων,

ἔλεγε αὐτῷ τάδε·


«Ἅρπαγε, λάβε τὸν παῖδα

ὃν Μανδάνη ἔτεκε,

φέρων δὲ ἐς σεαυτοῦ οἰκίαν

ἀπόκτεινον·


ἔπειτα δὲ θάψον τρόπῳ

ὅτῳ αὐτὸς βούλῃ».


1 Astiage era il padre di Mandane; Cambise era il sovrano dei Persiani


Nessun commento:

Posta un commento