martedì 8 luglio 2014

La vita degli uomini primitivi (struttura)


Οἱ δὲ πρῶτοι τῶν ἀνθρώπων,
μηδενὸς τῶν πρὸς βίον χρησίμων εὑρηθέντος,
ἐπιπόνως διῆγον
γυμνοὶ μὲν ἐσθῆτος ὄντες,
οἰκήσεως δὲ καὶ πυρὸς ἀήθεις,
τροφῆς δ’ἡμέρου παντελῶς ἀνεννόητοι.

Καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντες,
μηδεμίαν τῶν καρπῶν παράθεσιν εἰς τὰς ἐνδείας ἐποίουν·

διὸ καὶ πολλοὶ αὐτῶν ἀπώλλυντο κατὰ τοὺς χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς.

Κατ’ὀλίγον δὲ ὑπὸ τῆς πείρας διδασκόμενοι
εἴς τε τὰ σπήλαια κατέφευγον ἐν τῷ χειμῶνι
καὶ τοὺς καρποὺς ἀπεφύλασσον.

Γνωσθέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων τῶν χρησίμων,
κατὰ μικρὸν καὶ αἱ τέχναι ηὑρέθησαν καὶ τἄλλα τὰ δυνάμενα
τὸν κοινὸν βίον ὠφελῆσαι.

Nessun commento:

Posta un commento