martedì 8 luglio 2014

Sgomento a Cartagine dopo la sconfitta di Imera


Συνέβη δὲ τὸν Γέλωνα, τὸν Συρακουσῶν τύραννον, νικῆσαι τοὺς Καρχηδονίους πρὸς τῇ πόλει τῶν Ἱμεραίων. Οἱ δὲ Καρχηδόνιοι παρ’ἐλπίδας μεγάλῃ συμφορᾷ περιπεσόντες ἐπὶ τοσοῦτο κατεπλάγησαν, ὥστε τὰς νύκτας διαγρυπνεῖν ἅπαντας φυλάττοντας τὴν πόλιν. Διὰ δὲ τὸ πλῆθος τῶν ἀποτεθνηκότων ἥ τε πόλις ἐπένθησε κοινῇ καὶ κατ’ἰδίαν αἱ τῶν ἰδιωτῶν οἰκίαι κλαυθμοῦ καὶ πένθους ἐπληροῦντο. Οἱ μὲν γὰρ υἱούς, οἱ δὲ ἀδελφοὺς ἐπεζήτουν, πλεῖστοι δὲ παῖδες ὀρφανοὶ πατέρων γεγονότες ἔρημοι ὠδύροντο τόν τε τῶν γεγεννηκότων θάνατον καὶ τὴν ἰδίαν ἐρημίαν τῶν βοηθούντων. Οἱ δὲ Καρχηδόνιοι φοβούμενοι μὴ φθάσῃ διαβὰς εἰς Λιβύην Γέλων1, εὐθὺς ἐξέπεμψαν πρὸς αὐτὸν πρεσβευτὰς αὐτοκράτορας τοὺς δυνατωτάτους εἰπεῖν τε καὶ βουλεύσασθαι.

 1 Imera, luogo della vittoria navale di Gelone nel 480 a.C., si trova sulla costa settentrionale della Sicilia
 
 

Nessun commento:

Posta un commento