martedì 8 luglio 2014

Il sogno di Pirro (struttura)


Al tempo del sogno Pirro stava assediando Sparta, città che poi non riuscirà a conquistare.

Νυκτὸς δ’ἡ μάχη διεκρίθη,
καὶ
κοιμώμενος
ὁ Πύρρος ὄψιν εἶδε τοιαύτην.

Ἐδόκει
τὴν Λακεδαίμονα βάλλεσθαι ὑπ’αὐτοῦ κεραυνοῖς
καὶ φλέγεσθαι πᾶσαν,
αὐτὸν δὲ χαίρειν.

Ὑπὸ δὲ τῆς χαρᾶς ἐξεγρόμενος,
τούς τε ἡγεμόνας ἐκέλευσεν
ἐν παρασκευῇ τὸν στρατὸν ἔχειν
καὶ τοῖς φίλοις διηγεῖτο τὸν ὄνειρον
λέγων
ὡς λήψεται κατὰ κράτος τὴν πόλιν.

Οἱ μὲν οὖν ἄλλοι θαυμασίως ἐπείθοντο,
Λυσιμάχῳ δὲ οὐκ ἤρεσκεν ἡ ὄψις,
ἀλλ’ἔλεγε
δεδιέναι
μή,
καθάπερ τὰ χωρία
βαλλόμενα τοῖς κεραυνοῖς
ἀνέμβατα μένει,
καὶ τῷ Πύρρῳ τὸ θεῖον προσημαίνῃ
ἀνείσοδον ἔσεσθαι τὴν πόλιν.

Nessun commento:

Posta un commento