martedì 8 luglio 2014

Il leone, l’asino e la volpe (struttura)


Λέων καὶ ὄνος καὶ ἀλώπηξ,
κοινωνίαν ποιησάμενοι,
ἐξῆλθον πρὸς ἄγραν.
 

Πολλῆς οὖν θήρας συλληφθείσης,
προσέταξεν ὁ λέων τῷ ὄνῳ
διελεῖν αὐτοῖς.

Ὁ δέ,
τρεῖς μερίδας ποιησάμενος ἐκ τῶν ἴσων,
προὐτρέπετο τούτους
ἐκλέξασθαι.

Καὶ ὁ λέων
θυμωθεὶς
τὸν ὄνον κατέφαγεν.

Εἴτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν.

Ἡ δέ,
εἰς μίαν μερίδα πάντα σωρεύσασα,
ἑαυτῇ βραχύ τι κατέλιπεν.

Καὶ ὁ λέων πρὸς αὐτήν·

«Τίς σε, ὦ βελτίστη, ἐδίδαξεν
διαιρεῖν οὕτως;».

Ἡ δ’εἶπεν·
«Ἡ τοῦ ὄνου συμφορά».

Ὁ μῦθος δηλοῖ
ὅτι σωφρονισμοὶ γίγνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

Nessun commento:

Posta un commento