domenica 22 giugno 2014

Alessandro giunge nella città di Troia


Λέγουσι δὲ τὸν Ἀλέξανδρον πρῶτον ἐκ τῆς νεὼς σὺν τοῖς ὅπλοις ἐκβῆναι ἐς τὴν γῆν τὴν Ἀσίαν καὶ ἀνελθόντα ἐς Ἴλιον τῇ τε Ἀθηνᾷ θῦσαι, καὶ τὴν πανοπλίαν τὴν αὑτοῦ ἀναθεῖναι ἐς τὸν νεών. Καὶ λέγουσι δὲ αὐτὸν θῦσαι καὶ Πριάμῳ ἐπὶ τοῦ βωμοῦ τοῦ Διὸς τοῦ Ἑρκείου, παραιτούμενον μῆνιν Πριάμου τῷ Νεοπτολέμου γένει, ὃ δὴ ἐς αὐτὸν καθῆκεν. Ἀνιόντα δ’αὐτὸν ἐς Ἴλιον Μενοίτιός τε ὁ κυβερνήτης χρυσῷ στεφάνῳ ἐστεφάνωσε, καὶ λόγος ἐστὶν ὅτι Ἀλέξανδρος αὐτὸς τὸν Ἀχιλλέως τάφον ἐστεφάνωσεν.

Nessun commento:

Posta un commento