lunedì 16 giugno 2014

Un patto non rispettato (struttura)




Κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε.


Λύκου δ’ἐπιτρέχοντος

καὶ βρῶμα μέλλοντος θήσειν αὐτόν,

ὁ δὲ ἔφη·


«Μὴ κατάσφαζέ με νῦν.


Νῦν γὰρ λεπτός εἰμι καὶ ἰσχνός·

μικρὸν χρόνον ἀνάμενε,

ἐπεὶ μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους,

κἀγὼ τηνικαῦτα πολλὰ ἔδομαι

καὶ πιμελέστερος ἔσομαι,

καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι».


Ὁ μὲν λύκος

πειθόμενος

ἀπήρχετο·


μεθ’ἡμέρας δὲ ὀλίγας ἐπανερχόμενος

ηὕρισκε

ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα,

ἱστὰς κάτωθεν

ἐκάλει πρὸς ἑαυτόν,

ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν.


Καὶ ὁ κύων·


«Ἀλλ’ὦ λύκε,

ἐπεὶ αὖθίς με πρὸ τῆς ἐπαύλεως ὁρᾷς,

μηκέτι γάμους ἀνάμενε».


Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων,

ὅταν κίνδυνόν τινα ἐκφεύγωσι,

ταῦτα εἰς ὕστερον φυλάξονται.

Nessun commento:

Posta un commento