domenica 22 giugno 2014

Alessandro giunge nella città di Troia (struttura)


Λέγουσι δὲ

τὸν Ἀλέξανδρον πρῶτον ἐκ τῆς νεὼς σὺν τοῖς ὅπλοις ἐκβῆναι ἐς τὴν γῆν τὴν Ἀσίαν

καὶ

ἀνελθόντα ἐς Ἴλιον

τῇ τε Ἀθηνᾷ θῦσαι,

καὶ τὴν πανοπλίαν τὴν αὑτοῦ ἀναθεῖναι ἐς τὸν νεών.


Καὶ λέγουσι δὲ

αὐτὸν θῦσαι καὶ Πριάμῳ ἐπὶ τοῦ βωμοῦ τοῦ Διὸς τοῦ Ἑρκείου,

παραιτούμενον μῆνιν Πριάμου τῷ Νεοπτολέμου γένει,

ὃ δὴ ἐς αὐτὸν καθῆκεν.


Ἀνιόντα δ’αὐτὸν ἐς Ἴλιον Μενοίτιός τε ὁ κυβερνήτης χρυσῷ στεφάνῳ ἐστεφάνωσε,


καὶ λόγος ἐστὶν

ὅτι Ἀλέξανδρος αὐτὸς τὸν Ἀχιλλέως τάφον ἐστεφάνωσεν.

Nessun commento:

Posta un commento