domenica 22 giugno 2014

La sconfitta di Spartaco e dei suoi gladiatori (struttura)


Γενομένης δέ τῆς μάχης μακρᾶς τε καὶ καρτερᾶς,

τιτρώσκεται ἐς τὸν μηρὸν ὁ Σπάρτακος δορατίῳ

καὶ

συγκάμψας τὸ γόνυ

καὶ προβαλὼν τὴν ἀσπίδα

πρὸς τοὺς στρατιώτας ἐπιόντας

ἀπεμάχετο,

μέχρι καὶ αὐτὸς καὶ πολὺ πλῆθος ἀμφ’αὐτὸν ἔπεσον.


Ὅ τε λοιπὸς αὐτοῦ στρατὸς

ἀκόσμως φυγὼν

οὕτως ἤδη κατεκόπτετο κατὰ πλῆθος,

ὡς ἀναρίθμητον γενέσθαι φόνον τῶν μὲν μονομάχων, τῶν δὲ Ῥωμαίων.


Πολὺ δ’ἔτι πλῆθος ἦν ἐν τοῖς ὄρεσιν,

ἐκ τῆς μάχης διαφυγόν·


ἐφ’οὓς ὁ Κράσσος ἀνέβαινεν.


Οἱ δέ,

διελόντες ἑαυτοὺς ἐς τέσσαρα μέρη,

ἀπεμάχοντο

μέχρι πάντες ἀπώλοντο πλὴν ἑξακισχιλίων,

οὓς Ῥωμαῖοι λαβόντες ἐκρέμασαν ἀνὰ ὅλην τὴν ἐς Ῥώμην ἀπὸ Καπύης ὁδόν.

Nessun commento:

Posta un commento