lunedì 16 giugno 2014

Un’astuzia di Epaminonda


Il generale tebano Epaminonda sta compiendo una spedizione contro i Tessali


Ἐπαμεινώνδας, πρὸς τῇ γεφύρᾳ τοῦ Σπερχειοῦ Θεσσαλῶν καθισαμένων, ὁρῶν ἀπὸ τοῦ ποταμοῦ περὶ τὴν ἕω πολλὴν καὶ βαθείαν ὁμίχλην αἰρομένην, παρήγγειλεν ἑκάστῳ λόχῳ δύο κομίσαι φορτία ξύλων, τὸ μὲν χλωρῶν, τὸ δὲ αὔων· καὶ ἐκέλευσεν αὐτούς, θέντας τὰ μὲν αὖα κάτωθεν τὰ δὲ χλωρὰ ἄνωθεν, περὶ μέσην νύκτα ὑφάψαι πυρί. Ὁμοῦ ἐγίγνετο νὺξ καὶ ὁμίχλη καὶ καπνός· ὁ μὲν ἀὴρ τοῖς πολεμίοις ἀόρατος ἦν, ὁ δὲ Ἐπαμεινώνδας ἐπὶ τὴν γέφυραν διεβίβασε τοὺς στρατιώτας· οἱ δὲ Θεσσαλοὶ κατὰ μέσον τὸ πεδίον ὄντες, ὁπότε ὁ καπνὸς μετὰ τῆς ὁμίχλης ἠφανίσατο, τῆς διαβάσεως τῶν πολεμίων ᾐσθάνοντο.

Nessun commento:

Posta un commento