domenica 22 giugno 2014

La vecchia e il medico


Γυνὴ πρεσβῦτις, τοὺς ὀφθαλμοὺς νοσοῦσα, ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. Ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθ’ἡκάστην ἡμέραν τῶν σκευῶν ὑφαιρούμενος. Ἐπεὶ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν. Μὴ βουλομένης δ’αὐτῆς ἀποδιδόναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἡ δ’ἔλεγε τὸν μὲν μισθὸν ὑποσχέσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις, νῦν δὲ χεῖρον ἔχειν ἀπὸ τῆς ἰάσεως ἢ πρότερον. «Τότε μὲν γὰρ ἔβλεπον» ἔφη «πάντα τὰ ἐπὶ τῆς οἰκίας μου σκεύη, νῦν δὲ οὐδὲν ἰδεῖν δύναμαι». Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

Nessun commento:

Posta un commento