venerdì 13 giugno 2014

Romolo uccide Remo


Ὁ δὲ Ῥωμύλος κτίζων τὴν Ῥώμην τάφρον περιέβαλλε τῷ Παλατίῳ κατὰ σπουδήν, μή τινες τῶν περιοίκων ἐπιβάλλωνται κωλύειν αὐτοῦ τὴν προαίρεσιν. Ὁ δὲ Ῥέμος βαρέως φέρων τὸ στερεῖσθαι τῶν πρωτείων, φθωνῶν δὲ τῆς εὐτυχίας τῷ ἀδελφῷ, προερχόμενος τοῖς ἐργαζομένοις ἐβλασφήμει· ἀπεφαίνετο γὰρ στενὴν εἶναι τὴν τάφρον, καὶ ἐπισφαλῆ ἔσεσθαι τὴν πόλιν, τῶν πολεμίων ῥᾳδίως αὐτὴν ὑπερβαινόντων. Ὁ δὲ Ῥωμύλος ὀργιζόμενος ἔλεγε· «Παραγγελῶ πᾶσι τοῖς πολίταις ἀμύνειν τὸν ὑπερβαίνειν ἐπιχειροῦντα». Καὶ πάλιν ὁ Ῥέμος τοῖς ἐργαζομένοις ὀνειδίζων ἔλεγε στενὴν κατασκευάζειν τὴν τάφρον· εὐχερῶς γὰρ ὑπερβήσεσθαι τοὺς πολεμίους καὶ γὰρ αὐτὸς ῥᾳδίως τοῦτο πράξειν, καὶ ἅμα ταῦτα λέγων ὑπερήλαυνε. Ἦν δέ τις Κέλερος, εἷς τῶν ἐργαζομένων, ὃς ὑπολαμβάνων ἐβόα· «Ἐγὼ δ’ἀμυνοῦμαι τὸν ὑπερπηδῶντα κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως». Καὶ ἅμα ταῦτα λέγων ἀνέτεινε τὸ σκαφεῖον καὶ πατάσσων τὴν κεφαλὴν ἀπέκτεινε τὸν Ῥέμον.

Nessun commento:

Posta un commento