giovedì 19 giugno 2014

Il rapimento di Elena scatena la guerra (struttura)


Ἀλέξανδρος, ὁ τοῦ Πριάμου παῖς, ἔπλευσεν εἰς Σπάρτην·


ἐπῴκησε μὲν παρὰ τῇ Ἑλήνῃ,

Μενελάου τοῦ οἴκου ἀπόντος,

καὶ ἀνέπεισεν αὐτὴν ἀκολουθεῖν.


Μενέλαος μετὰ τὴν ἁρπαγὴν τῆς γυναικὸς ἧκεν εἰς Μυκήνας πρὸς Ἀγαμέμνονα,

καὶ ᾔτησε

στρατείαν ἐπὶ Τροίαν ἀθροίζειν καὶ στρατολογεῖν τὴν Ἑλλάδα.


Συνηθροίζετο δὲ ὁ στρατὸς ἐν Αὐλίδι·

ἔνθα θυόντων αὐτῶν Ἀπόλλωνι,

δράκων προσεῖρψε ἐκ τοῦ βωμοῦ πρὸς τὴν πλησίον πλάτανον

καὶ,

οὔσης ἐν αὐτῇ νεοττιᾶς,

κατανήλωσε τοὺς ἐν αὐτῇ στρουθοὺς ὀκτὼ σὺν τῇ μητρί.


Κάλχας δὲ

ἀποδείξας αὐτοῖς

σημεῖον ἐκ Διὸς τοῦτο εἶναι,

ἔλεξε

ὅτι

ἐννέα ἔτη πολεμήσαντες

τῷ δεκάτῳ αἱρήσουσι τὴν Ἰλίον.


Ἐπιπλεύσαντες δὲ τῇ Τροίᾳ

καὶ προσορμίσαντες,

πρέσβεις ἀπέστειλαν

τὴν Ἑλένην ἀπαιτήσοντες,


Τρώων δὲ ἀντιλεξάντων,

πόλεμον ἐποίησαν.

Nessun commento:

Posta un commento