giovedì 19 giugno 2014

Annibale esalta la sua superiorità su Alessandro (struttura)


Il testo riporta un discorso che Annibale compie in prima persona


Ἀλέξανδρος μὲν

πατρῴαν ἀρχὴν παραδεξάμενος

ηὔξησε

καὶ ἐπὶ πολὺ ἐξέτεινε,

χρησάμενος τῇ τῆς τύχης ὁρμῇ.


Ἐπεὶ δ’οὖν ἐνίκησέ τε

καὶ Δαρεῖον ἐν Ἰσσῷ τε καὶ Ἀρβήλοις ἐκράτησεν,

ἀμελήσας τῶν πατρῴων ἠθῶν,

ἠξίου

προσκυνεῖσθαι

καὶ ἐς δίαιταν τὴν Μηδικὴν μετεδιῄτησεν ἑαυτόν.


Ἐγὼ δὲ καὶ ἦρξα ἐπὶ τῆς ἐμαυτοῦ πατρίδος

καὶ,

ἐπειδή με μετεπέμπετο,

τῶν πολεμίων μεγάλῳ στόλῳ ἐπιπλευσάντων τῇ Λιβύῃ,

ταχέως ὑπήκουσα

ἰδιώτην ἐμαυτὸν παρέχων


καὶ

καίπερ τῶν Καρχηδονίων ἀδίκως καταδικασάντων,

ἤνεγκα εὐγνωμόνως τὴν ἀδικίαν.


Καὶ ταῦτα ἔπραξα,

βάρβαρος ὢν καὶ ἀπαίδευτος παιδείας τῆς Ἑλληνικῆς,

μόνῃ δὲ τῇ φύσει ἀγαθῇ χρησάμενος.


Ταῦτά ἐστι

δι’ἃ φημὶ

Ἀλεξάνδρου ἀμείνων εἶναι.




Nessun commento:

Posta un commento