domenica 22 giugno 2014

Il re Antioco, parlando con dei poveri campagnoli, scopre i suoi errori (struttura)


Ἀντίοχος

ὁ στρατεύσας ἐπὶ Πάρθους,

ἔν τινι κυνηγεσίᾳ καὶ διωγμῷ τῶν θηρῶν τοὺς φίλους καὶ θεραπόντας καταλιπών,

εἰς ἔπαυλιν πενήτων ἀνθρώπων εἰσῆλθε

ἀγνοούμενος.


Καὶ παρὰ τὸ δεῖπνον ἐμβαλὼν λόγον περὶ τοῦ βασιλέως,

ἤκουσεν

τῶν ἀγροίκων λεγόντων

ὅτι ὁ βασιλεὺς τἆλλα χρηστός ἐστι,

φίλοις δὲ μοχθηροῖς ἐπιτρέπων

τὰ πλεῖστα παρορᾷ,

καὶ πολλάκις ἀμελεῖ τῶν ἀναγκαίων

διὰ τὸ λίαν φιλόθηρος εἶναι.


Τότε μὲν οὖν ἐσιώπησεν.


Ἅμα δὲ ἡμέρᾳ,

τῶν δορυφόρων παραγενομένων ἐπὶ τὴν ἔπαυλιν,

φανερὸς αὐτὸς γενόμενος,

προσφερομένης τῆς πορφύρας αὐτῷ καὶ τοῦ διαδήματος,


«Ἀλλά, εἶπεν,

ἀφ’ἧς ἡμέρας βασιλεὺς ἐγενόμην

πρῶτον ἐχθὲς ἀληθινῶν λόγων ἤκουσα περὶ ἑμαυτοῦ».


Nessun commento:

Posta un commento