martedì 3 luglio 2018

Afrodite e la schiava brutta [AO]


Αἰσχρᾶς καὶ κακοτρόπου δούλης ἤρα δεσπότης. Ἡ δὲ χρυσίον λαμβάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε· ἀλλὰ τῇ Ἀφροδίτῃ πολλάκις ἔθυε καὶ ηὔχετο τῇ θεᾷ ὡς1 ὡραίαν αὐτὴν ποιούσῃ1. Ἡ δὲ καθ’ὕπνου ἐφαίνετο τῇ δούλῃ καί· «Μὴ εὐχαρίστει μοι» ἔλεγε «ὡς καλήν σε ποιούσῃ· ἐγὼ δὴ γὰρ ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ2 σὺ φαίνῃ καλή».
Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι’αἰσχρὰ πλουτοῦντας, καὶ μάλιστα εἰ κακοί εἰσι καὶ ἄμορφοι.
1 ὡς … αὐτὴν ποιούσῃ: “come se la rendesse”        2 ᾧ: “al quale”; pron. relativo dat. masch. sing. riferito a ἐκείνῳ                    


Nessun commento:

Posta un commento