martedì 3 luglio 2018

Teseo, il filo di Arianna e il Minotauro [AO]


Ὡς δὲ ἧκεν ὁ Θησεὺς εἰς Κρήτην, Ἀριάδνη θυγάτηρ Μίνωος, εἰς ἔρωτα ἐρχομένη αὐτοῦ, συμπράσσειν ἐπαγγέλλεται, ἐὰν ὁμολογήσῃ1 εἰς Ἀθήνας αὐτὴν ὡς γυναῖκα ἀπάξειν1. Ὁμολογοῦντος δὲ σὺν ὅρκοις Θησέως ἡ Ἀριάδνη δεῖται Δαιδάλου μηνύειν τοῦ λαβυρίνθου τὴν ἔξοδον. Ὑποτιθεμένου δὲ ἐκείνου, λίνον εἰσιόντι Θησεῖ δίδωσι· τὸν δὲ λίνον ἐξάπτει Θησεὺς τῆς θύρας καὶ ἐφελκόμενος εἰσῄει. Ἔπειτα δὲ Μινώταυρον ἐν ἐσχάτῳ μέρει τοῦ λαβυρίνθου κατελάμβανε καὶ παίων πυγμαῖς ἀπέκτεινεν, ἑπόμενος δὲ τῷ λίνῳ ἐξῄει. Καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων τῶν Ἀθηναίων εἰς Νάξον ἀφικνεῖται. Ἔνθα Ἀριάδνην Διόνυσος ἐράμενος ἥρπαζε καὶ κομίζων εἰς Λῆμνον σὺν αὐτῇ μίγνυται, καὶ γεννᾷ Θόαντα, Στάφυλον, Οἰνοπίωνα καὶ Πεπάρηθον.
1 ἐὰν ὁμολογήσῃ … αὐτὴν … ἀπάξειν1: “se si impegnerà a portarla via”


Nessun commento:

Posta un commento