martedì 3 luglio 2018

La colpa di Tantalo [AO] (struttura)


Τάνταλος, Διὸς υἱός, πλούτῳ καὶ δόξῃ διέφερε
καὶ κατῴκει τῆς Παφλαγονίας τῆς χώρας τῆς Ἀσίας.

Διὰ τὴν πατρῴαν εὐγένειαν λέγουσι
τὸν Τάνταλον φίλον γίγνεσθαι τῶν θεῶν.

Ὕστερον δὲ τὴν εὐτυχίαν οὐκ ἔφερεν ἀνθρωπίνως·

ἐπεὶ δὲ τῆς τραπέζης καὶ τῆς παρρησίας τῶν θεῶν μετεῖχεν,
ἀπήγγελλε τοῖς ἀνθρώποις τὰ θεῖα καὶ ἀπόρρητα.

Διὰ τὴν ἄγαν ἀδολεσχίαν ὁ Τάνταλος μετὰ τὸν θάνατον δεινὴν καὶ αἰώνιον δίκην ἐδίδου.


Nessun commento:

Posta un commento