martedì 3 luglio 2018

Filottete è abbandonato sull’isola di Lemno [AO] (struttura)


Οἱ δὲ Ἀχαιοὶ
ἐξ Αὐλίδος συμπλέοντες εἰς τὸ Ἴλιον
τὰς ναῦς προσεῖχον νήσῳ
Τενέδῳ καλουμένῃ.

Ὁ δὲ Τένης,
Ἀπόλλωνος υἱὸς ὢν
καὶ τῆς νήσου βασιλεύων,
τοὺς Ἀχαιοὺς ἀπεῖργε
βάλλων πέτρους,
καὶ
ὑπὸ Ἀχιλλέως διαπειρόμενος
θνῄσκει.

Τελούντων δὲ τῶν Ἀχαιῶν Ἀπόλλωνι θυσίαν,
ἐκ τοῦ βωμοῦ προσέρχεται ὕδρος,
ὃς1 δάκνει τε Φιλοκτήτην
καὶ καταλείπει
ἕλκει ἀθεραπεύτῳ πιεζόμενον.

Δυσωδοῦντος δὲ τοῦ ἕλκους
οὐδ’ἀνεχομένου τοῦ στρατοῦ τὴν ὀδμήν,
τὸν Φιλοκτήτην ἀποβιβάζει ὁ Ἀγαμέμνων εἰς Λῆμνον μετὰ ἑαυτοῦ τόξων.

Ὁ δὲ ἐκεῖ
τὰ πτηνὰ τοξεύων
ἐπὶ τῆς ἐρημίας τροφὴν κατεσκευάζετο.

1 ὃς: è un pron. relativo nom. masch. sing. e si riferisce a ὕδρος     


Nessun commento:

Posta un commento