martedì 3 luglio 2018

Il corvo e la volpe [AO] (struttura)


Κόραξ κρέας ἁρπάζει
καὶ ἐπὶ δένδρου καθίζει.

Ἀλώπηξ δὲ αὐτὸν θεᾶται
καὶ
τῆς σαρκὸς μερίδος περιγίγνεσθαι
βούλεται·

ἐπαινεῖ δ’οὖν αὐτὸν διὰ τὸ σῶμα καὶ τὴν καλλονήν,
καὶ λέγει
καὶ ὡς πρέπει αὐτῷ
τῶν ὄρνεων βασιλεύειν,
ἀλλὰ δὲ δεῖ μόνον τῆς φωνῆς.

Ὁ δὲ κόραξ θέλει
παρίσταναι
ὅτι καὶ φωνὴν ἔχει·

οὕτω δὲ τὴν σαρκὸς μερίδα ἀποβάλλει
καὶ ἐκκράζει.

Ἡ δὲ ἀλώπηξ προστρέχει
καὶ τὴν σάρκα ἁρπάζει
καί·

«Ὦ κόραξ,
εἰ1 καὶ νοῦν εἶχες,
οὐδὲν ἂν ἐδέησας2
εἰς τὸ βασιλεύειν».

Πρὸς ἄνθρωπον ἀνόητον ὁ λόγος εὔκαιρος.

1 εἰ … εἶχες: “se tu avessi”        2 οὐδὲν ἂν ἐδέησας: “non mancheresti di nulla”  


Nessun commento:

Posta un commento