martedì 9 luglio 2019

Ancora tre aneddoti su Demonatte (Luciano) - Poros


Ὁ Δημονάκτης ἀνθρώπῳ υἱὸν πενθοῦντι καὶ ἐν σκότῳ ἑαυτὸν καθείρξαντι προσελθὼν ἔλεγεν μάγος τε εἶναι καὶ δύνασθαι αὐτῷ ἀναγαγεῖν τοῦ παιδὸς τὸ εἴδωλον, εἰ μόνον αὐτῷ τρεῖς τινας ἀνθρώπους ὀνομάσειε μηδένα πώποτε πεπενθηκότας· ἐπὶ πολὺ δὲ ἐκείνου ἐνδοιάσαντος καὶ ἀποροῦντος — οὐ γὰρ εἶχέν τινα, οἶμαι, εἰπεῖν τοιοῦτον — «Εἶτ᾽», ἔφη, «ὦ γελοῖε, μόνος ἀφόρητα πάσχειν νομίζεις μηδένα ὁρῶν πένθους ἄμοιρον;».
Ἀδμήτῳ δέ τινι ποιητῇ φαύλῳ λέγοντι γεγραφέναι μονόστιχον ἐπίγραμμα, ὅπερ ἐν ταῖς διαθήκαις κεκέλευκεν ἐπιγραφῆναι αὑτοῦ τῇ στήλῃ· «Γαῖα, λάβ᾽Ἀδμήτου ἔλυτρον, βῆ δ᾽εἰς θεὸν αὐτός», γελάσας εἶπεν· «Οὕτω καλόν ἐστιν, ὦ Ἄδμητε, τὸ ἐπίγραμμα, ὥστε ἐβουλόμην αὐτὸ ἤδη ἐπιγεγράφθαι».
Ἐπεὶ δὲ εἰς Ὀλυμπίαν ποτὲ ἐλθόντι αὐτῷ Ἠλεῖοι εἰκόνα χαλκῆν ἐψηφίσαντο, «Μηδαμῶς τοῦτο», ἔφη, «ὦ ἄνδρες Ἠλεῖοι, μὴ δόξητε ὀνειδίζειν τοῖς προγόνοις ὑμῶν, ὅτι μήτε Σωκράτους μήτε Διογένους εἰκόνα ἀνατεθείκασιν».

Nessun commento:

Posta un commento