martedì 2 luglio 2019

Longevità di poeti (Luciano) [struttura]


Σοφοκλῆς ὁ τραγῳδοποιὸς
ῥᾶγα σταφυλῆς καταπιὼν
ἀπεπνίγη
πέντε καὶ ἐνενήκοντα ζήσας ἔτη.

Oὗτος
ὑπὸ Ἰοφῶντος τοῦ υἱέος ἐπὶ τέλει τοῦ βίου παρανοίας κρινόμενος
ἀνέγνω τοῖς δικασταῖς Οἰδίπουν τὸν ἐπὶ Κολωνῷ,
ἐπιδεικνύμενος διὰ τοῦ δράματος
ὅπως τὸν νοῦν ὑγιαίνει,
ὡς τοὺς δικαστὰς τὸν μὲν ὑπερθαυμάσαι,
καταψηφίσασθαι δὲ τοῦ υἱοῦ αὐτοῦ μανίαν.

Κρατῖνος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς τέσσαρα πρὸς τοῖς ἐνενήκοντα ἔτεσιν ἐβίωσε,
καὶ
πρὸς τῷ τέλει τοῦ βίου διδάξας τὴν Πυτίνην
καὶ νικήσας
μετ᾽οὐ πολὺ ἐτελεύτα.

Καὶ Φιλήμων δὲ ὁ κωμικός, ὁμοίως τῷ Κρατίνῳ,
ἑπτὰ καὶ ἐνενήκοντα ἔτη βιούς,
κατέκειτο μὲν ἐπὶ κλίνης
ἠρεμῶν,

θεασάμενος δὲ ὄνον
τὰ παρεσκευασμένα αὐτῷ σῦκα κατεσθίοντα
ὥρμησε μὲν εἰς γέλωτα,

καλέσας δὲ τὸν οἰκέτην
καὶ σὺν πολλῷ καὶ ἀθρόῳ γέλωτι εἰπὼν
προσδοῦναι τῷ ὄνῳ
ἄκρατον ῥοφεῖν,
ἀποπνιγεὶς ὑπὸ τοῦ γέλωτος
ἀπέθανεν.

Καὶ Ἐπίχαρμος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς
καὶ αὐτὸς ἐνενήκοντα καὶ ἑπτὰ ἔτη
λέγεται
βιῶναι.


Nessun commento:

Posta un commento