martedì 2 luglio 2019

La ricchezza dell’avaro (da Esopo)


Φιλάργυρός τις, ἅπασαν αὐτοῦ τὴν οὐσίαν ἐξαργυρισάμενος καὶ χρυσοῦν βῶλον ποιήσας, ἔν τινι τόπῳ κατώρυξε συγκατορύξας ἐκεῖ καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸν νοῦν, καὶ καθ’ἡμέραν ἐρχόμενος αὐτὸν ἔβλεπε. Τῶν δὲ ἐργατῶν τις παρατηρήσας καὶ τὸ πρᾶγμα συννοήσας, ἀνορύξας τὸν βῶλον ἔκλεψε. Μετὰ δὲ ταῦτα κἀκεῖνος ἐλθὼν καὶ κενὸν τὸν τόπον ἰδὼν θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς τρίχας. Τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδὼν καὶ τὴν αἰτίαν πυθόμενος· «Μὴ οὕτως, ἔφη, ὦ οὗτος, ἀθύμει· οὐδὲ γὰρ ἔχων τὸν χρυσὸν εἶχες. Λίθον οὖν ἀντὶ χρυσοῦ κρῦψον καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι· τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν· ὡς ὁρῶ γάρ, οὐδὲ ὅτε ὁ χρυσὸς ἦν, ἐν χρήσει ἦσθα τοῦ κτήματος». Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῇ.


Nessun commento:

Posta un commento