martedì 9 luglio 2019

Aneddoti romani (Plutarco) – Poros


Στρατιώτου δέ τινος Λευκανοῦ κατηγορηθέντος πρὸς αὐτόν, ὡς νύκτωρ ἀπὸ τοῦ στρατοπέδου πλανῷτο πολλάκις ἐρῶν γυναικός, τὰ δὲ ἄλλα θαυμαστὸν ἐν τοῖς ὅπλοις πυνθανόμενος εἶναι τὸν ἄνδρα, συλλαβεῖν ἐκέλευσε τὴν ἐρωμένην αὐτοῦ κρύφα καὶ πρὸς αὐτὸν ἀγαγεῖν· ὡς δὲ ἤχθη, μεταπεμψάμενος τὸν ἄνθρωπον, «οὐ λέληθας», ἔφη, «παρὰ τὸν νόμον ἀπονυκτερεύων· ἀλλ᾽οὐδὲ χρηστὸς ὢν πρότερον ἐλελήθεις· τὰ μὲν οὖν ἡμαρτημένα λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἔσῃ μεθ᾽ἡμῶν· ἔχω γὰρ ἐγγυητήν· καὶ προαγαγὼν συνέστησεν αὐτῷ τὸ γύναιον».
Ἀππίου δὲ Κλαυδίου περὶ τῆς τιμητικῆς ἀρχῆς ἁμιλλωμένου πρὸς αὐτὸν καὶ λέγοντος, ὅτι πάντας ὀνομαστὶ Ῥωμαίους αὐτὸς ἀσπάζεται, Σκιπίωνος ὀλίγου δεῖν ἀγνοοῦντος ἅπαντας, «ἀληθῆ λέγεις,» εἶπεν, «ἐμοὶ γὰρ οὐκ εἰδέναι πολλοὺς ἀλλ᾽ὑπὸ μηδενὸς ἀγνοεῖσθαι μεμέληκεν».
Τῶν δὲ νεωτέρων τινὸς χιλιάρχου πυνθανομένου τί μέλλει ποιεῖν, «εἰ τοῦτο,» ἔφη, «συνειδέναι μοι τὸν χιτωνίσκον ἐνόμιζον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἐπέθηκα».


Nessun commento:

Posta un commento