martedì 2 luglio 2019

La parabola del seminatore (Vangelo secondo Marco) [struttura]


Καὶ ὁ Ἰησοῦς πάλιν ἤρξατο
διδάσκειν παρὰ τὴν θάλασσαν.

Καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος,
ὥστε αὐτὸν
εἰς πλοῖον ἐμβάντα
καθῆσθαι ἐν τῇ θαλάσσῃ,
καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.

Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά,

καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·

«Ἀκούετε.

Ἰδοὺ ἐξῆλθεν
ὁ σπείρων
σπεῖραι.

Καὶ ἐγένετο
ἐν τῷ σπείρειν
ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν,
καὶ ἦλθεν τὰ πετεινὰ
καὶ κατέφαγεν αὐτό.

Καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες
ὅπου οὐκ εἶχεν γῆν πολλήν,
καὶ εὐθὺς ἐξανέτειλε
διὰ τὸ μὴ ἔχειν βάθος γῆς·

καὶ
ὅτε ἀνέτειλεν
ὁ ἥλιος ἐκαυματίσθη
καὶ
διὰ τὸ μὴ ἔχειν ῥίζαν
ἐξηράνθη.

Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας,

καὶ ἀνέβησαν αἱ ἄκανθαι
καὶ συνέπνιξαν αὐτό,
καὶ καρπὸν οὐκ ἔδωκεν.

Καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν,

καὶ ἐδίδου καρπὸν
ἀναβαίνοντα
καὶ αὐξανόμενα,

καὶ ἔφερεν εἰς τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν».

Καὶ ἔλεγεν·

«Ὃς ἔχει ὦτα
ἀκούειν,
ἀκουέτω».


Nessun commento:

Posta un commento