martedì 9 luglio 2019

Generosità di Cesare (Plutarco) – [struttura]


Καῖσαρ δὲ,
τῷ Θετταλῶν ἔθνει τὴν ἐλευθερίαν ἀναθεὶς νικητήριον,
ἐδίωκε Πομπήϊον·

ἁψάμενος δὲ τῆς Ἀσίας,
Κνιδίους τε,
Θεοπόμπῳ
τῷ συναγαγόντι τοὺς μύθους
χαριζόμενος,
ἠλευθέρωσε,
καὶ πᾶσι
τοῖς τὴν Ἀσίαν κατοικοῦσι
τὸ τρίτον τῶν φόρων ἀνῆκεν.

Εἰς δ’Ἀλεξάνδρειαν ἐπὶ Πομπηΐῳ
τεθνηκότι
καταχθείς,
Θεόδοτον μὲν ἀπεστράφη
τὴν Πομπηΐου κεφαλὴν προσφέροντα,

τὴν δὲ σφραγῖδα δεξάμενος τοῦ ἀνδρὸς,
κατεδάκρυσεν·

ὅσοι δὲ τῶν ἑταίρων αὐτοῦ καὶ συνήθων
πλανώμενοι κατὰ τὴν χώραν
ἑαλώκεσαν ὑπὸ τοῦ βασιλέως,
πάντας εὐεργέτησε
καὶ προσηγάγετο.

Τοῖς δὲ φίλοις εἰς Ῥώμην ἔγραφεν
ὅτι τῆς νίκης ἀπολαύοι τοῦτο μέγιστον καὶ ἥδιστον,
τὸ σῴζειν τινὰς ἀεὶ
τῶν πεπολεμηκότων πολιτῶν αὐτῷ.


Nessun commento:

Posta un commento