mercoledì 3 luglio 2019

Aristotele (Dionigi di Alicarnasso) [struttura]


Ἀριστοτέλης πατρὸς μὲν ἦν Νικομάχου
τὸ γένος καὶ τὴν τέχνην ἀναφέροντος εἰς Μαχάονα τὸν Ἀσκληπιοῦ,
μητρὸς δὲ Φαιστίδος, ἀπογόνου τινὸς
τῶν ἐκ Χαλκίδος τὴν ἀποικίαν ἀγαγόντων εἰς Στάγειρα·

ἐγεννήθη δὲ κατὰ τὴν ἐνενηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα
Διοτρεφοῦς Ἀθήνησιν ἄρχοντος.

Ἐπὶ δὲ Πολυζήλου ἄρχοντος
τελευτήσαντος τοῦ πατρὸς
ὀκτωκαιδέκατον ἔτος ἔχων
εἰς Ἀθήνας ἦλθεν,
καὶ
συσταθεὶς Πλάτωνι
χρόνον εἰκοσαετῆ διέτριψε σὺν αὐτῷ.

Ἀποθανόντος δὲ Πλάτωνος ἐπὶ Θεοφίλου ἄρχοντος
ἀπῆρε πρὸς Ἑρμίαν τὸν Ἀταρνέως τύραννον
καὶ
τριετῆ χρόνον παρ᾽αὐτῷ διατρίψας
ἐπ᾽Εὐβούλου ἄρχοντος εἰς Μυτιλήνην ἐχωρίσθη·

ἐκεῖθεν δὲ πρὸς Φίλιππον ᾤχετο κατὰ Πυθόδοτον ἄρχοντα,
καὶ διέτριψε χρόνον ὀκταετῆ παρ᾽αὐτῷ
καθηγούμενος Ἀλεξάνδρου·

μετὰ δὲ τὴν Φιλίππου τελευτὴν
ἐπ᾽Εὐαινέτου ἄρχοντος ἀφικόμενος εἰς Ἀθήνας
ἐσχόλαζεν ἐν Λυκείῳ χρόνον ἐτῶν δώδεκα.

Τῷ δὲ τρισκαιδεκάτῳ, μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν
ἐπὶ Κηφισοδώρου ἄρχοντος ἀπάρας εἰς Χαλκίδα
νόσῳ τελευτᾷ,
τρία πρὸς τοῖς ἑξήκοντα βιώσας ἔτη.


Nessun commento:

Posta un commento