martedì 2 luglio 2019

Le donne spartane [struttura]


Πύρρου ἐπὶ Λακεδαίμονα στρατεύοντος
μάχης τε ἰσχυρᾶς πρὸ τῆς πόλεως γενομένης,
καταφυγόντων δ’εἰς τὰ τείχη τῶν Λακεδαιμονίων
καὶ βουλευομένων
παῖδας μὲν καὶ γυναῖκας εἰς Κρήτην ὑπεξαγαγεῖν,
αὐτοὺς δὲ κινδυνεύειν μέχρι νίκης ἢ θανάτου,
Ἀρχίδαμις ἡ Κλεάδα βασιλέως θυγάτηρ·

«Καλόν ἐστι»
εἶπεν
«ταῖς Λακαίναις
μετὰ τῶν ἀνδρῶν ἀποθανεῖν
ἢ ζῆν μετ’αὐτῶν».

Καὶ δ’οὖν πρὸς αὐτὰς οἱ ἄνδρες ἔργα τινὰ πολέμου ἔνεμον,
ὥσπερ ταφρεῦσαι,
ὀρύξαι,
ὅπλα προσενεγκεῖν,
καὶ
ὁρῶντες τὴν ἀνδρίαν τῶν γυναικῶν
εὐτολμότεροι ἐγένοντο
καὶ Πύρρον ἐκ τῆς χώρας ἐξέβαλον.


Nessun commento:

Posta un commento