martedì 2 luglio 2019

Il debitore e il creditore imbroglione (Esopo) [struttura]


Ἀθήνησιν ἀνὴρ χρεωφειλέτης,
ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος,
τὸ μὲν πρῶτον παρεκάλει
ἀναβολὴν αὐτῷ παρασχέσθαι,
ἀπορεῖν
φάσκων.

Ὡς δ’οὐκ ἔπειθε,
προσαγαγὼν
ἣν μόνην εἶχε ὗν
παρόντος αὐτοῦ
ἐπώλει.

Ὠνητοῦ δὲ προσελθόντος
καὶ διερωτῶντος,
εἰ τοκὰς ἡ ὗς εἴη,
ἐκεῖνος ἔφη
μὴ μόνον αὐτὴν τίκτειν
ἀλλὰ καὶ παραδόξως·

τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν,
τοῖς δὲ Παναθηναίοις ἄρσενα.

Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον,
ὁ δανειστὴς εἶπεν·

«Ἀλλὰ μὴ θαύμαζε·

αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται».

Ὁ λόγος δηλοῖ
ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν
οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.


Nessun commento:

Posta un commento