martedì 9 luglio 2019

Ciro il Grande riceve la notizia della morte di Abradata (Senofonte) - Poros


Ὁ δὲ Κῦρος καλέσας τινὰς τῶν παρόντων ὑπηρετῶν· «Εἴπατέ μοι, ἔφη, ἑώρακέ τις ὑμῶν Ἀβραδάταν; Θαυμάζω γάρ, ἔφη, ὅτι πρόσθεν θαμίζων ἐφ᾽ἡμᾶς νῦν οὐδαμοῦ φαίνεται». Τῶν οὖν ὑπηρετῶν τις ἀπεκρίνατο ὅτι «Ὦ δέσποτα, οὐ ζῇ, ἀλλ᾽ἐν τῇ μάχῃ ἀπέθανεν ἐμβαλὼν τὸ ἅρμα εἰς τοὺς Αἰγυπτίους· οἱ δ᾽ἄλλοι πλὴν τῶν ἑταίρων αὐτοῦ ἐξέκλιναν, ὥς φασιν, ἐπεὶ τὸ στῖφος εἶδον τὸ τῶν Αἰγυπτίων. Καὶ νῦν γε, ἔφη, λέγεται αὐτοῦ ἡ γυνὴ ἀνελομένη τὸν νεκρὸν καὶ ἐνθεμένη εἰς τὴν ἁρμάμαξαν, ἐν ᾗπερ αὐτὴ ὠχεῖτο, προσκεκομικέναι αὐτὸν ἐνθάδε ποι πρὸς τὸν Πακτωλὸν ποταμόν. Καὶ τοὺς μὲν εὐνούχους καὶ τοὺς θεράποντας αὐτοῦ ὀρύττειν φασὶν ἐπὶ λόφου τινὸς θήκην τῷ τελευτήσαντι· τὴν δὲ γυναῖκα λέγουσιν ὡς κάθηται χαμαὶ κεκοσμηκυῖα οἷς εἶχε τὸν ἄνδρα, τὴν κεφαλὴν αὐτοῦ ἔχουσα ἐπὶ τοῖς γόνασι».


Nessun commento:

Posta un commento