lunedì 27 febbraio 2017

Cenni biografici sul filosofo Platone (da Diogene Laerzio)

Πλάτων, Ἀρίστωνος καὶ Περικτιόνης, Ἀθηναῖος ἦν. Ἡ μήτηρ αὐτοῦ τὸ γένος ἀνέφερεν εἰς Σόλωνα, τὸν νομοθέτην, καὶ ὁ δὲ πατὴρ ἀνῆγε εἰς Κόδρον, ὃς ἀπὸ Ποσειδῶνος ἔκγονος ἦν. Καὶ γίγνεται Πλάτων, ὡς λέγει Ἀπολλόδωρος ἐν «Χρονικοῖς», ὀγδόῃ καὶ ὀγδοηκοστῇ Ὀλυμπιάδι, Θαργηλιῶνος ἑβδόμῃ. Τελευτᾷ δὲ τῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἔχων ἔτος ἓν πρὸς τοῖς ὀγδοήκοντα. Λέγουσι ἄλλοι δὲ αὐτὸν τεττάρων καὶ ὀγδοήκοντα τελευτᾶν ἐτῶν. Εἶχε δ᾽ἀδελφοὺς Ἀδείμαντον καὶ Γλαύκωνα καὶ ἀδελφὴν Πωτώνην· ἐπαιδεύετο μὲν γράμματα παρὰ Διονυσίῳ καὶ ἐγυμνάζετο δὲ παρὰ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ· ἀφ᾽οὗ καὶ Πλάτων διὰ τὴν εὐεξίαν μετωνομάζετο, πρότερον Ἀριστοκλῆς ἀπὸ τοῦ πάππου καλούμενος.


Nessun commento:

Posta un commento