lunedì 27 febbraio 2017

Il pastore e i lupicini (da Esopo)

Ποιμὴν εὑρὼν λυκιδεῖς, μετὰ πολλῆς ἐπιμελείας ἀνέτρεφεν, οἰόμενος ὅτι, τελειωθέντες, οὐ μόνον τὰ ἑαυτοῦ πρόβατα τηρήσουσι, ἀλλὰ καί, ἕτερα ἁρπάζοντες, ἐν τῇ αὐτοῦ μάνδρᾳ εἰσοίσουσιν. Οἱ δὲ, ὡς ηὔξανον, καὶ ὅτε ἀδεεῖς ἦσαν, αὐτοῦ τὴν ποίμνην διέφθειρον. Καὶ ὃς ἀναστενάζων ἔφη· «Ἀλλ’ἔγωγε δίκαια πάσχω· τί γὰρ τούτους νηπίους ἔσῳζον, οὓς δ’ἔδει ἀναιρεῖν;» Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς πονηροὺς διασώζοντες ῥωννύασι αὐτοὺς πρῶτον καθ’ἑαυτῶν.


Nessun commento:

Posta un commento