lunedì 27 febbraio 2017

Socrate è un cattivo maestro? (da Senofonte)

Ὁ Ἀντιφῶν ποτε βουλόμενος τοὺς συνουσιαστὰς Σωκράτους παραιρεῖσθαι, παρόντων αὐτῶν καὶ Σωκράτους, ἔλεξε πρὸς αὐτὸν τάδε· «Ὦ Σώκρατες, ἐγὼ μὲν ᾤμην τοὺς φιλοσοφοῦντας εὐδαιμονεστέρους γίγνεσθαι· σὺ δέ μοι δοκεῖς τῆς φιλοσοφίας οὐκ ἀπολαύειν. Ζῇς γοῦν ὡς εἷς δοῦλος ὑπὸ δεσπότῃ διαιτώμενος· σῖτά τε σιτῇ καὶ ποτὰ πίνεις τὰ φαυλότατα, καὶ ἱμάτιον ἐνδύεις οὐ μόνον φαῦλον, ἀλλὰ τὸ αὐτὸ θέρους τε καὶ χειμῶνος, ἀνυπόδητός τε καὶ ἀχίτων διατελεῖς. Καὶ μὴν χρήματά γε οὐ λαμβάνεις, ἃ καὶ εὐφραίνει τοὺς κτωμένους καὶ ποιεῖ τὸ ζῆν ἐλευθεριώτερόν τε καὶ ἥδιον. Οἱ μὲν ἄλλοι διδάσκαλοι τοὺς μαθητὰς μιμητὰς ἑαυτῶν ποιοῦσιν, σὺ δὲ, οὕτω τοὺς συνόντας παιδεύων, κακοδαιμονίας διδάσκαλος εἶ».


Nessun commento:

Posta un commento