lunedì 27 febbraio 2017

I due cani (da Esopo) [struttura]

Τις
ἔχων δύο κύνας,
τὸν μὲν
θηρεύειν
ἐδίδασκε,
τὸν δὲ οἰκουρὸν ἐποίει.

Καὶ δή,
εἴποτε ὁ θηρευτικὸς
ἐξιὼν ἐπ’ἄγραν
συνελάμβανέ τι,
ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν.

Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ
καὶ τὸν ἕτερον ὀνειδίζοντος,
εἴγε αὐτὸς μὲν
ἐξιὼν
παρ’ἕκαστον μοχθεῖ,
ὁ δὲ
οὐδὲν ποιῶν
τοῖς αὐτοῦ πόνοις ἐντρυφᾷ,
ἐκεῖνος ἔφη πρὸς αὐτόν·

«Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην,
ὃς οὐ με ἐδίδαξεν
πονεῖν,
ἀλλοτρίους δὲ πόνους κατεσθίειν».

Οὕτω καὶ τῶν παίδων,
οὓς οἱ γονεῖς εἰς ῥᾳθυμίαν καὶ ἀμέλειαν παιδεύουσιν,
οὗτοι οὐ μεμπτέοι εἰσίν.



Nessun commento:

Posta un commento