lunedì 27 febbraio 2017

I fiumi e il mare (da Esopo)

Οἱ δὲ ποταμοί, συνερχόμενοι πάντες εἰς τὸν αὐτὸν τόπον, κατῃτιῶντο τὴν θάλασσαν λέγοντες· «Διὰ τί, ὦ κακίστη, ἡμᾶς εἰσερχομένους εἰς τὰ σὰ ὕδατα καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς ἀπεργάζῃ ἁλμυροὺς καὶ ἀπότους;» Ἡ δὲ θάλασσα, χαλεπῶς φέρουσα τὰς αὐτῶν αἰτίας, πρὸς αὐτούς ὑπεκρίνετο· «Μὴ ἐμέ, ὦ μάταιοι, καταμέμφεσθε, ἀλλὰ δὲ ὑμᾶς αὐτούς, οἳ οὐκ ἀναγκαζόμενοι πρὸς ἐμὲ ἔρχεσθε. Τί δ’οὖν ὀδύρεσθε; Ἵνα μὴ γίγνησθε ἁλμυροί, μὴ ἔρχεσθε.»


Nessun commento:

Posta un commento