lunedì 27 febbraio 2017

Perseo sconfigge Medusa (da Apollodoro)

Περσεὺς ἔφερε ἐν μὲν τῇ χειρὶ ἀδαμαντίνην Ἑρμοῦ ἅρπην, ἐπὶ δὲ τῇ κεφαλῇ τὴν Ἄϊδος κυνῆν δι’ἧς αὐτὸς μὲν τοὺς ἄλλους ἔβλεπεν, ὑπὸ ἄλλων δὲ οὐχ ἑωρᾶτο. Πετόμενος δὲ εἰς τὸν Ὠκεανὸν ἧκε καὶ κατελάμβανε τὰς Γοργόνας κοιμωμένας. Ἦσαν δὲ αὗται Σθενὼ, Εὐρυάλη, Μέδουσα. Μόνη δὲ ἦν θνητὴ Μέδουσα· διὰ τοῦτο ἐπὶ τὴν ταύτης κεφαλὴν Περσεὺς ἐπέμπετο. Εἶχον δὲ αἱ Γοργόνες περὶ τῶν κεφαλῶν δράκοντες μὲν φοβερούς, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς, δι᾽ὧν ἐπέτοντο. Τοὺς δὲ ὁρῶντας λίθους ἐποίουν. Ἐφίσταται οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυνούσης τὴν αὐτοῦ χεῖρα Ἀθηνᾶς· ἀπεστραμμένος καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι᾽ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπεν, καρατομεῖ αὐτήν. Ἀποτμηθείσης δὲ τῆς κεφαλῆς, ἐκ τῆς Γοργόνος ἐκθρῴσκει Πήγασος πτηνὸς ἵππος.


Nessun commento:

Posta un commento