lunedì 27 febbraio 2017

I fiumi e il mare (da Esopo) [struttura]

Οἱ δὲ ποταμοί,
συνερχόμενοι πάντες εἰς τὸν αὐτὸν τόπον,
κατῃτιῶντο τὴν θάλασσαν
λέγοντες·

«Διὰ τί, ὦ κακίστη, ἡμᾶς
εἰσερχομένους εἰς τὰ σὰ ὕδατα
καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς
ἀπεργάζῃ ἁλμυροὺς καὶ ἀπότους;»

Ἡ δὲ θάλασσα,
χαλεπῶς φέρουσα τὰς αὐτῶν αἰτίας,
πρὸς αὐτούς ὑπεκρίνετο·

«Μὴ ἐμέ, ὦ μάταιοι, καταμέμφεσθε, ἀλλὰ δὲ ὑμᾶς αὐτούς,
οἳ
οὐκ ἀναγκαζόμενοι
πρὸς ἐμὲ ἔρχεσθε.

Τί δ’οὖν ὀδύρεσθε;

Ἵνα μὴ γίγνησθε ἁλμυροί,
μὴ ἔρχεσθε.»


Nessun commento:

Posta un commento