lunedì 27 febbraio 2017

I principi di vita di Diogene il Cinico (da Diogene Laerzio)

Ὁ Διογένης, ὁ δ’ὀνομαστότατος τῶν κυνικῶν φιλοσόφων, ἔλεγε κατὰ φύσιν τοὺς ἀνθρώπους δεῖν ζῆν· αὐτὸς γὰρ ὁπόσα ἐστὶ πολυδάπανα καὶ δεόμενα πολλῆς πραγματείας καὶ ταλαιπωρίας, ταῦτα μὲν ἐφυλάττετο καὶ ἀπέφαινεν βλαβερὰ τοῖς χρωμένοις ἔσεσθαι· ὅσα δὲ ῥᾳδίως καὶ ἀπραγμόνως ἐπικουρεῖ τῷ σώματι καὶ πρὸς χειμῶνα καὶ πρὸς λιμόν, οὐδὲν τούτων ἠμέλει, ἀλλὰ καὶ τοὺς τόπους ᾕρειτο τοὺς ὑγιεινοτάτους καὶ ὅσους ἐνόμιζε προσφορωτάτους ἔσεσθαι αὐτῷ ἑκάστῃ ὥρᾳ καὶ ἐπεμελεῖτο ὅπως εὐπορήσει τῆς ἱκανῆς τροφῆς καὶ μὴ αὑτὸν ἐπιλείψει τὰ ἀναγκαῖα. Πραγμάτων δὲ καὶ δίκων καὶ φιλονικιῶν καὶ πολέμων καὶ στάσεων ἐπειρᾶτο φυλάξεσθαι ὡς μάλιστα.


Nessun commento:

Posta un commento