lunedì 27 febbraio 2017

Le gioie che procura la virtù (da Senofonte)

Οἱ τῆς ἀρετῆς φίλοι ἡδέως σίτων καὶ ποτῶν ἀπολαύσουσι· ἀνέξονται γὰρ, εἰ μὴ ἐπιθυμήσουσι αὐτῶν. Ὕπνος δὲ ἡδίων αὐτοῖς ἔσται ἢ τοῖς ἀμόχθοις, καὶ οὔτε αὐτὸν ἀπολείψουσι μετὰ λύπης, οὔτε διὰ τοῦτον ἀμελήσουσι τοῦ δέοντος. Καὶ οἱ μὲν νέοι ἐπὶ τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις εὐφραινοῦνται, οἱ δὲ γεραίτεροι γηθήσουσιν ἐπὶ ταῖς τῶν νέων τιμαῖς· πάντες δὲ δι’ἀρετὴν φίλοι μὲν θεοῖς ἔσονται, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν. Ὅτε δὲ τελευτήσουσι, ἡ μνήμη αὐτῶν ἀθάνατος μενεῖ παρὰ πᾶσι.


Nessun commento:

Posta un commento