lunedì 27 febbraio 2017

Eracle, il prodigioso bambino (da Apollodoro) [struttura]

Πρὸ τοῦ νόστου Ἀμφιτρύωνος ἐκ πολέμου,
Ζεύς διὰ νυκτὸς εἰς Θήβας ἤρχετο
καὶ
ὅμοιος Ἀμφιτρύωνι γιγνόμενος
Ἀλκμήνῃ συνηύναζε.

Ὅτε Ἀμφιτρύων δὲ οἴκαδε παραγίγνεται,
ὡς οὐχ ἑώρα
φιλοφρονουμένην πρὸς αὐτὸν τὴν γυναῖκα,
ἐπυνθάνετο τὴν αἰτίαν·

λεγούσης δὲ Ἀλκμήνης
ὅτι τῇ προτέρᾳ νυκτὶ αὐτῇ συγκεκοίμηται,
μανθάνει παρὰ τοῦ μάντεως Τειρεσίου τὴν κρυπτὴν τοῦ Διὸς συνουσίαν.

Μετὰ δὲ χρόνον τινὰ Ἀλκμήνη δὲ δύο παῖδας γεννᾷ,
ἐκ Διὸς μὲν Ἡρακλέα, μιᾷ νυκτὶ πρεσβύτερον,
ἐκ Ἀμφιτρύωνος δὲ Ἰφικλέα.

Τοῦ δὲ Ἡρακλέους παιδὸς ὄντος ὀκταμηνιαίου,
δύο δράκοντας ὑπερμεγέθεις Ἥρα ἐπὶ τὴν εὐνὴν ἔπεμπε,
θέλουσα
διαφθείρειν τὸ βρέφος.

Ἐπιβοωμένης δὲ Ἀλκμήνης Ἀμφιτρύωνα,
Ἡρακλῆς
ἐτοίμως ἄγχων ἑκατέραις ταῖς χερσὶν
αὐτοὺς διέφθειρε.

Ὡς δέ ἔνιοι λέγουσιν,
Ἀμφιτρύων
Βουλόμενος
μανθάνειν
ὁπότερος τῶν παίδων ἐκείνου ἦν,
τοὺς δράκοντας εἰς τὴν εὐνὴν ἐνέβαλλεν·

τοῦ μὲν Ἰφικλέους φεύγοντος
τοῦ δὲ Ἡρακλέους ἐπιμένοντος,
ἐμάνθανε
ὡς Ἰφικλῆς ἐξ αὐτοῦ γεγέννηται.



Nessun commento:

Posta un commento