lunedì 27 febbraio 2017

Un consiglio saggio ma ignorato (da Erodoto)

Κροῖσος δὲ ἁμαρτάνων τοῦ χρησμοῦ ἐποιεῖτο στρατιὰν ἐς Καππαδοκίαν, ἐλπίζων καθαιρήσειν Κῦρόν τε καὶ τὴν Περσῶν δύναμιν. Παρασκευαζομένου δὲ Κροίσου στρατεύεσθαι ἐπὶ Πέρσας, τῶν Λυδῶν τις νομιζόμενος εἶναι σοφός, ᾧ τὸ ὄνομα Σάνδανις ἦν ἀπὸ ταύτης τῆς γνώμης, συνεβούλευε Κροίσῳ τάδε· «Ὦ βασιλεῦ, ἐπ’ἄνδρας τοιούτους στρατεύεσθαι παρασκευάζῃ, οἳ σκυτίνας μὲν ἐσθῆτας φοροῦσι, σιτοῦνται δὲ οὐκ ὅσα ἐθέλουσι ἀλλ’ὅσα ἔχουσι, χώραν ἔχοντες τραχεῖαν. Οὐκ οἴνῳ χρῶνται ἀλλὰ ὑδροποτοῦσι, οὐ σῦκα δὲ ἔχουσι τρώγειν, οὐκ οὐδὲν ἄλλο τῶν καρπῶν ἀγαθῶν. Εἰ μὲν οὖν νικήσεις, οὐδὲν αὐτοῖς ἀφαιρήσῃ, ἐπεὶ οὐδὲν ἔχουσιν. Εἰ δὲ ἡττήσῃ, νόμιζε ὅσα ἀγαθὰ ἀποβαλεῖς· γευόμενοι γὰρ τῶν ἡμετέρων ἀγαθῶν, οὐδέποτε μὲν ἀπαγορεύσουσιν οὐδὲ ἀπωστοὶ ἔσονται, ἡμεῖς δὲ εἰρήνην καὶ ἡσυχίαν οὐχ ἕξομεν». Ταῦτα λέγων οὐκ ἔπειθε τὸν Κροῖσον.


Nessun commento:

Posta un commento