lunedì 27 febbraio 2017

L’infanzia di Achille (da Apollodoro) [struttura]

Βρέφος ἐκ Θέτιδος καὶ Πηλέως γίγνεται·

ἡ μήτηρ
θέλουσα
ἀθάνατον ποιεῖν τοῦτο,
κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύβουσα τῆς νυκτὸς
ἔφθειρεν τὸ πατρῷον μέρος θνητὸν,
μεθ᾽ἡμέραν δὲ ἔχριεν ἀμβροσίᾳ.

Πηλεὺς δὲ,
ἐπιτηρὼν
καὶ ὁρῶν
τὸν παῖδα ἐπὶ τοῦ πυρὸς σπαίροντα,
βοᾷ
καὶ κωλύει
Θέτιν τελεῖν τὴν προαίρεσιν.

Θέτις,
νήπιον τὸν παῖδα τῷ πατρὶ ἀπολείπουσα,
πρὸς Νηρηίδας ᾤχετο.

Κομίζει δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς.

Ὁ δὲ λαμβάνει αὐτὸν
τρέφων σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων μυελοῖς,
καὶ ὀνομάζει Ἀχιλλέα
(πρότερον δὲ ἦν ὄνομα αὐτῷ Λιγύρων)
ὅτι τὰ χείλη μαστοῖς οὐ προσήνεγκε.


Nessun commento:

Posta un commento